Ancient Greek · ~4 min
Book 20, VIII, 41. Ὑμεῖς ποιεῖτε τὰ ἔργα τοῦ πατρὸς ὑμῶν.
Origen, Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32) 20.107
Not analysed yet
προσέχετε γὰρ ὅτι ἐκ τοῦ »ἀγαπᾶτε τοὺς ἐχθροὺς« καὶ »προσεύχεσθε »ὑπὲρ τῶν διωκόντων« ὁ μὴ πρότερον τοῦ ἐν οὐρανοῖς πατρός. ὕστερον αὐτοῦ |γίνεται υἱός· ἔτι δὲ διὰ τὸ »Ἐν τούτῳ φανερά »ἐστιν τὰ †ἔργα τοῦ θεοῦ καὶ τὰ †ἔργα τοῦ διαβόλου« προειρημένων περὶ μὲν τοῦ διαβόλου τέκνων ὅτι »Ὁ ποιῶν τὴν ἁμαρτίαν »ἐκ τοῦ διαβόλου ἐστίν«· περὶ δὲ τῶν τοῦ θεοῦ ὅτι »Πᾶς ὁ »γεγεννημένος ἐκ τοῦ θεοῦ ἁμαρτίαν οὐ ποιεῖ, ὅτι σπέρμα αὐτοῦ ἐν αὐτῷ »μένει καὶ οὐ δύναται ἁμαρτάνειν, ὅτι ἐκ τοῦ θεοῦ γεγέννηται«, σαφὲς ὅτι πᾶς ἄνθρωπος συμπεπληρωκὼς τὸν λόγον ἤτοι τέκνον τοῦ θεοῦ ἐστιν ἢ τέκνον τοῦ διαβόλου· ἤτοι γὰρ ποιεῖ ἁμαρτίαν ἢ ἁμαρτίαν οὐ ποιεῖ, οὐδενὸς ὄντος μεταξὺ τοῦ ποιεῖν ἁμαρτίαν καὶ τοῦ ἁμαρτίαν μὴ ποιεῖν· καὶ εἰ μὲν ποιεῖ ἁμαρτίαν, ἐκ τοῦ διαβόλου ἐστίν· εἰ δὲ ἁμαρτίαν οὐ ποιεῖ, ἐκ τοῦ θεοῦ γεγέννηται.