Ancient Greek · ~2 min
Book 20, VIII, 41. Εἶπον αὐτῷ· Ἡμεῖς ἐκ πορνείας οὐ γεγεννήμεθα· ἕνα πατέρα ἔχομεν, τὸν θεόν.
Origen, Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32) 20.131
Not analysed yet
ἀλλ’ ἐρεῖ τις ὅτι ταῦτα οὕτω νοούμενα οὐ δύναται εἶναι ῥήματα τῶν πεπιστευκότων αὐτῷ Ἰουδαίων. καὶ πρὸς τοῦτο δὲ λεκτέον ὅτι εἰρημένου ἐν τῇ ἀρχῇ τοῦ πρὸς αὐτοὺς λόγου τοῦ· »Ἐὰν ὑμεῖς μείνητε ἐν τῷ λόγῳ τῷ ἐμῷ, ἀληθῶς μαθηταί μου »ἐστὲ καὶ γνώσεσθε τὴν ἀλήθειαν«, ὡς καὶ δυναμένων αὐτῶν μένειν ἐν τῷ Ἰησοῦ λόγῳ καὶ μὴ μένειν, οὐκ ἀδύνατον ἦν τινὰς ἐκ τῶν ἐλεγχθέντων μὴ μεμενηκέναι αὐτοῦ ἐν τῷ λόγῳ, καὶ μὴ μείναντας πικρότερον καὶ προσκρουστικῶς εἰρηκέναι τὸ »Ἡμεῖς ἐκ πορνείας οὐ »γεγεννήμεθα· ἕνα πατέρα ἔχομεν τὸν θεόν«.