Ancient Greek · ~2 min
20.132 to 20.133
Origen, Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32) 20.132-133
Not analysed yet
δοκεῖ δέ μοι ὅτι καὶ φιλονεικότερον ἀπεκρίναντο· εἰπόντες γὰρ πρότερον τὸ »Σπέρμα »Ἀβραάμ ἐσμεν«, καὶ οἷον τοῦτο τρανότερον ὁμολογήσαντες διὰ τοῦ »Ὁ πατὴρ ἡμῶν Ἀβραάμ ἐστιν«, ἀκούσαντες πρὸς τοῦτο τὸ »Εἰ »τέκνα τοῦ Ἀβραάμ ἐστε, τὰ ἔργα τοῦ Ἀβραὰμ ποιεῖτε«, μείζονα τοῦ Ἀβραὰμ ὁμολογοῦσιν ἑαυτῶν εἶναι τὸν πατέρα λέγοντες· »Ἕνα »πατέρα ἔχομεν τὸν θεόν«. τάχα δὲ διὰ τὸ τῶν ἀνθρώπων τινὰς μὲν εἶναι ἐκ τοῦ διαβόλου, ἑτέρους δὲ γεγεννῆσθαι ἐκ τοῦ θεοῦ, πάντας ἂν ὑγιῶς λέγοιμεν τοὺς μὴ γεγεννημένους |ἐκ τοῦ θεοῦ ἐκ πορνείας γεγεννῆσθαι.