Ancient Greek · ~2 min
20.135 to 20.136
Origen, Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32) 20.135-136
Not analysed yet
(15) Ἐπείπερ οἱ τὰς φύσεις εἰσάγοντες χρῶνται τῷ ῥήματι τούτῳ, διηγούμενοι αὐτό, ὅτι ὡς οἰκεῖον ἂν ὑμῶν καὶ ἀδελφὸν ἐπέγνωτέ με, ἀλλὰ καὶ ὡς ἴδιον ἠγαπήσατε ἂν ἐμέ, εἰ ὁ θεὸς πατὴρ ὑμῶν ἦν, ἐπαπορητέον οὕτως πρὸς αὐτούς· ἦν ὅτε Παῦλος ἐμίσει τὸν Ἰησοῦν, ἐμίσει δὲ αὐτὸν ὅτε ἐπόρθει καὶ ἐδίωκε τὴν ἐκκλησίαν τοῦ θεοῦ, καὶ ἀληθεύων γε ἔλεγεν αὐτῷ ὁ πρῶτος χρηματισμός· »Σαούλ, Σαούλ, τί με διώκεις; «