Ancient Greek · ~2 min
Book 20, VIII, 42. Εἶπεν αὐτοῖς ὁ Ἰησοῦς· Εἰ ὁ θεὸς πατὴρ ὑμῶν ἦν, ἠγαπᾶτε ἂν ἐμέ· ἐγὼ γὰρ ἐκ τοῦ θεοῦ ἐξῆλθον καὶ ἥκω.
Origen, Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32) 20.137
Not analysed yet
εἰ μὲν οὖν ἀληθὲς τὸ »Εἰ ὁ θεὸς »πατὴρ ὑμῶν ἦν, ἠγαπᾶτε ἂν ἐμέ«, δῆλον ὅτι καὶ τὸ τούτῳ ἀντίστρεφον ἐστὶν ὑγιές· »εἰ μὴ ἠγαπᾶτέ με, οὐχὶ ὁ θεὸς πατὴρ ὑμῶν »ἦν«. οὐκοῦν τῶν μὴ ἀγαπώντων τὸν Ἰησοῦν οὐκ ἔστιν ὁ θεὸς πατήρ· Παῦλος δὲ ἦν ὅτε οὐκ ἠγάπα τὸν Ἰησοῦν, ἦν ἄρα καιρὸς ὅτε ὁ θεὸς Παύλου πατὴρ οὐκ ἦν.