Ancient Greek · ~2 min
Book 20, VIII, 42. Εἶπεν αὐτοῖς ὁ Ἰησοῦς· Εἰ ὁ θεὸς πατὴρ ὑμῶν ἦν, ἠγαπᾶτε ἂν ἐμέ· ἐγὼ γὰρ ἐκ τοῦ θεοῦ ἐξῆλθον καὶ ἥκω.
Origen, Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32) 20.151
Not analysed yet
νυνὶ δὲ ὥσπερ ὁ ἐν τοῖς οὐρανοῖς πατὴρ ἀνατέλλει τὸν ἥλιον ἐπὶ πονηροὺς καὶ ἀγαθούς, οὕτως ἕκαστος τῶν υἱῶν τοῦ θεοῦ, οἱονεὶ ἥλιον ἐν ἑαυτῷ τὴν ἀγάπην ἔχων, ταύτην ἀνατέλλει καὶ ἐπὶ πονηρούς, ἐπὰν ἀγαπήσῃ τοὺς ἑαυτοῦ ἐχθρούς· καὶ πάλιν ὥσπερ βρέχει ἐπὶ δικαίους καὶ ἀδίκους, οὕτως οἱονεὶ ὑετόν τινα τὴν προσευχὴν ὁ ἅγιος καταπέμπει ἐπὶ τοὺς κάτω που τυγχάνοντας, διὰ τὸ διώκειν αὐτόν, καὶ περὶ τῶν τοιούτων προσευχόμενος. ταῦτα μὲν εἰς τὸ ὑποπεσὸν ἡμῖν τρανωθῆναι τὸ »Εἰ ὁ θεὸς πατὴρ ὑμῶν ἦν, ἠγαπᾶτε ἂν ἐμέ«.