Ancient Greek · ~2 min
Book 20, Chapter 18
Origen, Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32) 20.18.152
Not analysed yet
(16) Ἴδωμεν δὲ καὶ τὸ »Ἐγὼ ἐκ τοῦ θεοῦ ἐξῆλθον καὶ »ἥκω«, |εἰς ὃ χρήσιμόν μοι φαίνεται παραθέσθαι τὸ ἐκ Μιχαίου οὕτως ἔχον· »Ἀκούσατε, λαοί, λόγους, καὶ προσεχέτω ἡ γῆ καὶ πάντες οἱ »ἐν αὐτῇ· καὶ ἔσται κύριος ἐν ὑμῖν εἰς μαρτύριον, κύριος ἐξ οἴκου »ἁγίου αὐτοῦ. διότι ἰδού, κύριος ἐκπορεύεται ἐκ τοῦ τόπου ἑαυτοῦ »καὶ καταβήσεται καὶ ἐπιβήσεται ἐπὶ τὰ ὕψη τῆς γῆς, καὶ »σαλευθήσεται τὰ ὄρη ὑποκάτωθεν αὐτοῦ, καὶ αἱ κοιλάδες τακήσονται ὡς κηρὸς »ἀπὸ προσώπου πυρὸς καὶ ὡς ὕδωρ καταφερόμενον ἐν καταβάσει«.