Ancient Greek · ~2 min
20.160 to 20.161
Origen, Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32) 20.160-161
Not analysed yet
(17) Ταῦτα νομίζω λέγεσθαι ὥς τινων ἀφ’ ἑαυτῶν ἐρχομένων καὶ μὴ ἀπεσταλμένων ἀπὸ τοῦ πατρός. περὶ μὲν οὖν ἀνθρώπων τοιούτων, διδασκαλίαν ἢ προφητείαν ὑπισχνουμένων, διδασκόμεθα καὶ ἀπὸ τοῦ Ἱερεμίου, ἔνθα γέγραπται· »Οὐκ ἀπέστελλον τοὺς »προφήτας, καὶ αὐτοὶ ἔτρεχον«. εἰ δὲ καὶ δυνάμεις τινὲς μὴ ἀποστελλόμεναι ἀπὸ τοῦ πατρὸς ἔρχονται πρὸς ἀνθρώπους, |ἐπιστήσεις καὶ εἴ τινες ἐν αὐταῖς εἰσιν ἐκ τοῦ θεοῦ ἐξεληλυθυῖαι καὶ τούτῳ ἡμαρτηκυῖαι τῷ μὴ ἀπεστάλθαι ἀπ’ αὐτοῦ.