Ancient Greek · ~4 min
20.18.156 to 20.18.159
Origen, Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32) 20.18.156-159
Not analysed yet
καὶ εἰ μὴ κατ’ ἄλλον γε τρόπον νοήσαις εἶναι τὸν υἱὸν ἐν τῷ πατρί, ὡς ἦν πρὶν ἐξέλθῃ ἀπὸ τοῦ θεοῦ, δόξει περιέχειν μάχην τὸ καὶ ἐξεληλυθέναι ἀπὸ τοῦ θεοῦ καὶ εἶναι τὸν ἐξεληλυθότα ἀπὸ τοῦ θεοῦ ἔτι ἐν τῷ θεῷ. ἄλλοι δὲ τὸ »Ἐξῆλθον ἀπὸ τοῦ θεοῦ« διηγήσαντο ἀντὶ τοῦ »γεγέννημαι ἀπὸ τοῦ θεοῦ«, οἷς ἀκολουθεῖ ἐκ τῆς οὐσίας φάσκειν τοῦ πατρὸς γεγεννῆθαι τὸν υἱόν, οἱονεὶ μειουμένου καὶ λεί ποντος τῇ οὐσίᾳ ᾗ πρότερον εἶχεν τοῦ θεοῦ, ἐπὰν γεννήσῃ τὸν υἱόν, ὡσεὶ νοήσαι τις τοῦτο καὶ ἐπὶ τῶν ἐγκυμόνων. ἀκολουθεῖ δὲ αὐτοῖς καὶ σῶμα λέγειν τὸν πατέρα καὶ τὸν υἱὸν καὶ διῃρῆσθαι τὸν πατέρα, ἅπερ ἐστὶν δόγματα ἀνθρώπων μηδ’ ὄναρ φύσιν ἀόρατον καὶ ἀσώματον πεφαντασμένων, οὖσαν κυρίως οὐσίαν. οὗτοι δὲ δῆλον ὅτι ἐν σωματικῷ τόπῳ δώσουσιν τὸν πατέρα, καὶ τὸν υἱὸν τόπον ἐκ τόπου ἀμείψαντα σωματικῶς ἐπιδεδημηκέναι τῷ βίῳ, καὶ οὐχὶ κατάστασιν ἐκ καταστάσεως, ὥσπερ ἡμεῖς ἐξειλήφαμεν.