Ancient Greek · ~2 min
20.18.153 to 20.18.154
Origen, Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32) 20.18.153-154
Not analysed yet
καὶ ὅρα μήποτε ἰσοδυναμεῖ τὸ »Ἐξῆλθον παρὰ τοῦ θεοῦ« τῷ »»Κύριος ἐκπορεύεται ἐκ τοῦ τόπου αὐτοῦ«, ἐπεὶ ὅτε ὁ υἱὸς ἐν τῷ πατρί ἐστιν, ἐν μορφῇ θεοῦ ὑπάρχων πρὶν ἑαυτὸν κενῶσαι, οἱονεὶ τόπος αὐτοῦ ἐστιν ὁ θεός. καὶ εἴ τίς γε νοήσαι τὸν πρὸ τοῦ κενῶσαι ἑαυτὸν ἐν τῇ προηγουμένῃ ὑπάρχοντα θεοῦ μορφῇ, ὄψεται τὸν μηδέπω ἐξεληλυθότα ἀπὸ τοῦ θεοῦ υἱὸν αὐτοῦ καὶ κύριον τὸν μηδέπω ἐκπορευόμενον ἐκ τοῦ τόπου ἑαυτοῦ.