Ancient Greek · ~1 min
Book 20, VIII, 37. Οἶδα ὅτι σπέρμα Ἀβραάμ ἐστε· ἀλλὰ ζητεῖτέ με ἀποκτεῖναι, ὅτι ὁ λόγος ὁ ἐμὸς οὐ. χωρεῖ ἐν ὑμῖν.
Origen, Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32) 20.2
Not analysed yet
II. Δόξει μάχην περιέχειν τοῖς μὴ κατανοοῦσιν τὰ σημαινόμενα ἀπὸ τῆς ›σπέρμα‹ φωνῆς καὶ τῆς ›τέκνον‹ τὸ »Οἶδα ὅτι σπέρμα »Ἀβραάμ ἐστε« πρὸς τὸ εὐθέως ἐπενεχθησόμενον καὶ πρὸς τοὺς αὐτοὺς λεγόμενον· »Εἰ τέκνα τοῦ Ἀβραάμ ἐστε, τὰ ἔργα τοῦ Ἀβραὰμ »ποιεῖτε«.