Ancient Greek · ~2 min
Book 20, VIII, 37. Οἶδα ὅτι σπέρμα Ἀβραάμ ἐστε· ἀλλὰ ζητεῖτέ με ἀποκτεῖναι, ὅτι ὁ λόγος ὁ ἐμὸς οὐ. χωρεῖ ἐν ὑμῖν.
Origen, Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32) 20.3
Not analysed yet
ἵν’ οὖν ταῦτα θεωρηθῇ, ἴδωμεν πρῶτον σωματικῶς ›σπέρματος‹ καὶ ›τέκνου‹ διαφοράν. καὶ σαφές γε ὅτι τὸ μὲν σπέρμα τινὸς ἔχει τοὺς λόγους τοῦ σπείραντος ἐν ἑαυτῷ ἔτι ἡσυχάζοντας καὶ ἀποκειμένους· τὸ δὲ τέκνον, μεταβαλόντος τοῦ σπέρματος καὶ ἐργασαμένου τὴν περικειμένην αὐτῷ ὕλην ἁπὸ τῆς γυναικὸς καὶ τῶν ἐπισυναγομένων τροφῶν, μορφωθὲν καὶ εἰς γένεσιν εὐτρεπισθὲν ὑφίσταται· καὶ εἴ τι μέρος ἐστὶν κυρίως τέκνον τινός, ὡς πρὸς τὰ σωματικά, ἐκ σπέρματος ὑπέστη, εἰ δέ τί ἐστιν σπέρμα, οὐ πάντως τέκνον γίνεται.