Ancient Greek · ~1 min
Book 20, VIII, 44. Ἐκεῖνος ἀνθρωποκτόνος ἦν ἀπ’ ἀρχῆς, καὶ ἐν τῇ ἀληθείᾳ οὐχ ἕστηκεν, ὅτι οὐκ ἔστιν ἀλήθεια ἐν αὐτῷ.
Origen, Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32) 20.221
Not analysed yet
καὶ ὅσον μὲν ἐπὶ τῇ ἱστορίᾳ φήσεις τὸν Ἀδὰμ καὶ τὴν Εὔαν, ὅσον οὐχ ἡμαρτήκεισαν, μὴ ἀνῃρῆσθαι· ᾗ δὲ ἡμέρᾳ ἔφαγον ἀπὸ τοῦ ἀπηγορευμένου ξύλου εὐθέως καὶ τεθνηκέναι, οὐκ ἄλλου τινὸς ἀποκτείναντος αὐτοὺς ἢ τοῦ |ἀνθρωποκτόνου διαβόλου, ὅτε τὴν Εὔαν διὰ τοῦ ὄφεως ἠπάτησεν καὶ ἡ Εὔα δέδωκεν τῷ ἀνδρὶ ἀπὸ τοῦ ξύλου, καὶ ἔφαγεν ὁ ἀνήρ.