Ancient Greek · ~2 min
Book 20, VIII, 44. Ἐκεῖνος ἀνθρωποκτόνος ἦν ἀπ’ ἀρχῆς, καὶ ἐν τῇ ἀληθείᾳ οὐχ ἕστηκεν, ὅτι οὐκ ἔστιν ἀλήθεια ἐν αὐτῷ.
Origen, Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32) 20.220
Not analysed yet
(21) Ἐπεί ἐστίν τις κοινότερον ἀνθρωποκτόνος ὁ ὁπωσποτὲ ἀπεκτονὼς ἄνθρωπον, ὅστις ἐστὶν καὶ μέσος, καθ’ ὃ καὶ ζήλῳ θεοῦ πεποίηκεν ὁ Φινεὲς ἀποκτείνας τὸν Ἰσραηλίτην πορνεύοντα καὶ τὴν Μαδιανίτιν ⟨καὶ⟩ ἀνθρωποκτόνος οὐ ψεκτῶς ῥηθήσεται καὶ ὁ Δαβὶδ »ἐν ὀνόματι κυρίου τῶν δυνάμεων, θεοῦ παρατάξεως »Ἰσραήλ« ⟨πατάξας⟩ τὸν Γολιάθ, ζητητέον τὴν ἀληθινὴν ἀνθρώπου ζωὴν καὶ τὸν ἐναντίον ταύτῃ θάνατον αὐτοῦ, ἵνα νοηθῇ ὁ ψεκτῶς ἀνθρωποκτόνος.