Ancient Greek · ~2 min
Book 20, Chapter 23
Origen, Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32) 20.23.196
Not analysed yet
ἀλλὰ λεκτέον ὅτι ἀνάγκη τὸν θέλοντα ποιεῖν τὰς ἐπιθυμίας τοῦ θεοῦ καὶ ποιεῖν τὰ ἔργα τοῦ θεοῦ· οὐ γὰρ μόνον τὸ θέλειν ἀλλὰ καὶ τὸ ἐνεργεῖν, ὥς φησιν ὁ Παῦλος, ἐκ τοῦ θεοῦ ἐστιν, ἑπομένου πόντως τῷ καλῷ θέλειν τοῦ συζύγου αὐτῷ ⟨τοῦ⟩ ἐνεργεῖν (καὶ γὰρ »Τοῖς »ἀγαπῶσιν τὸν θεὸν |πάντα συνεργεῖ εἰς ἀγαθόν«), καὶ οὐκ ἂν καλὸν θέλειν ἀτελὲς ἐάσαι ὁ ποιῶν πάντα καλὰ λίαν· ἀλλ’ οὐδὲ ἐπινοηθῆναι δύναται καλὸν θέλειν μὴ συνεζευγμένης τῆς κατὰ τὸ οὕτω θέλειν ἐνεργείας καλῆς τῷ καλῷ θέλειν.