Ancient Greek · ~4 min
20.23.197 to 20.23.201
Origen, Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32) 20.23.197-201
Not analysed yet
ἡ μέντοι γε πρὸς τῷ θέλειν ἐνέργεια κἂν ἐμποδίζοιτο ὑπὸ τῆς προνοίας εὐλόγως πολλάκις, ὅτε ὑπέρ τινος καθολικῶς χρησίμου ἢ ὅπως ποτὲ χρησίμου χρεία ἀνακόπτεσθαι τὸ κατὰ τὸ θέλειν τὸ χεῖρον ἔργον. Εἰς ταῦτα δὲ ὁ Ἡρακλέων φησί· πρὸς οὓς ὁ λόγος, ἐκ τῆς οὐσίας τοῦ διαβόλου ἦσαν· ὡς ἑτέρας οὔσης τῆς τοῦ διαβόλου οὐσίας παρὰ τὴν τῶν ἄλλων λογικῶν οὐσίαν. ὄμοιον δὲ ἐν τούτῳ μοι πεπονθέναι φαίνεται τῷ ἑτέραν οὐσίαν φάσκοντι ὀφθαλμοῦ παρορῶντος καὶ ἑτέραν ὁρῶντος, καὶ ἑτέραν οὐσίαν ἀκοῆς παρακουούσης καὶ ὑγιῶς ἀκουούσης. ὡς γὰρ ἐν τούτοις οὐχ ἡ οὐσία διάφορος, ἀλλά τι αἴτιον ἐπισυμβέβηκεν τοῦ παρακούειν καὶ τοῦ παρορᾶν, οὕτως παντὸς τοῦ πεφυκότος λόγῳ παρακολουθεῖν ἡ παρακολουθητικὴ οὐσία ἡ αὐτή ἐστιν, εἴτε παραδέχεται τὸν λόγον εἴτε ἀνανεύει πρὸς αὐτόν. τί γὰρ διαφέρει ἐφ’ ἡμῶν τῶν ἀνθρώπων τὸ παρακολουθῆσαν τοῦ μὴ παρακολουθοῦντος οὐκ ἂν ἔχοιμεν εἰπεῖν, εἰ καὶ μετὰ τὸ συνιέναι τῶν εἰρημένων ὁ μέν τις ἐπικρίνας συγκατέθετο τῷ λεγομένῳ, ὃ δὲ ἀνένευσεν πρὸς αὐτό.