Ancient Greek · ~2 min
Book 20, Chapter 24
Origen, Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32) 20.24.215
Not analysed yet
καὶ διαστέλλεται ὡς ἄρα τριχῶς δεῖ ἀκούειν τῆς κατὰ τέκνα ὀνομασίας, πρῶτον φύσει, δεύτερον γνώμῃ, τρίτον ἀξίᾳ· καὶ φύσει μέν, φησίν, ἐστὶν τὸ γεννηθὲν ὑπό τινος γεννητοῦ, ὃ καὶ κυρίως τέκνον καλεῖται· γνώμῃ δέ, ὅτε τὸ θέλημά τις ποιῶν τινος διὰ τὴν ἑαυτοῦ γνώμην τέκνον ἐκείνου οὗ ποιεῖ τὸ θέλημα καλεῖται· ἀξίᾳ δέ, καθ’ ὃ λέγονταί τινες γεέννης τέκνα καὶ σκότους καὶ ἀνομίας, καὶ ὄφεων καὶ ἐχιδνῶν γεννήματα.