Ancient Greek · ~4 min
20.24.216 to 20.24.219
Origen, Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32) 20.24.216-219
Not analysed yet
οὐ γὰρ γεννᾷ, φησί, ταῦτά τινα τῇ ἑαυτῶν φύσει· φθοροποιὰ γὰρ καὶ ἀναλίσκοντα τοὺς ἐμβληθέντας εἰς αὐτά· ἀλλ’ ἐπεὶ ἔπραξαν τὰ ἐκείνων ἔργα, τέκνα αὐτῶν εἴρηται. τοιαύτην δὲ διαστολὴν δεδωκὼς οὐδὲ κἂν ἐπὶ ποσὸν ἀπὸ τῶν γραφῶν παρεμυθήσατο τὴν ἰδίαν διήγησιν. εἴποιμεν δ’ ἂν πρὸς αὐτὸν ὅτι εἰ μὴ φύσει, ἀλλὰ ἀξίᾳ γεέννης τέκνα ὀνομάζεται καὶ σκότους καὶ ἀνομίας (φθοροποιὰ γὰρ ταῦτα καὶ ἀναλίσκοντα μᾶλλον ἤπερ συνιστάντα), πῶς ὁ Παῦλός φησί που τὸ »Ἤμέθᾳ †φύσει τέκνα ὀργῆς ὡς καὶ οἱ λοιποί«; ἢ λεγέτωσαν ἡμῖν ὡς οὐκ ἔστιν ἀναλωτικὸν καὶ μάλιστα κατ’ αὐτὸν φθοροποιὸν ἡ ὀργή, ἧς τέκνα ἥμεθα. πάλιν φησὶν ὅτι τέκνα τοῦ διαβόλου νῦν λέγει τούτους, οὐχ ὅτι γεννᾷ τινας ὁ διάβολος, ἀλλ’ ὅτι τὰ ἔργα τοῦ διαβόλου ποιοῦντες ὡμοιώθ|ησαν αὐτῷ. πόσῳ δὲ βέλτιον περὶ πάντων τῶν τοῦ διαβόλου τέκνων τοῦτο ἀποφαίνεσθαι, ὡς ὁμοιουμένων αὐτῷ τῷ ποιεῖν τὰ ἔργα αὐτοῦ καὶ οὐ διὰ τὴν οὐσίαν καὶ τὴν κατασκευὴν τὴν χωρὶς ἔργων τέκνων διαβόλου χρηματιζόντων;