Ancient Greek · ~2 min
Book 20, Chapter 26
Origen, Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32) 20.26.233
Not analysed yet
καὶ τούτοις γε ἀκόλουθόν ἐστιν τὸν Παῦλον αἰσθανόμενον ἑαυτοῦ λέγειν διὰ τὸ ἤδη κατωρθωκέναι τὸ »Ἡμεῖς οἱ ζῶντες«. οὓς δὲ εἰρήκαμεν νεκρούς, οὗτοι μάλιστα δέονται τῆς ἀναστάσεως, οὐδὲ τῶν ζώντων δυναμένων ἁρπαγῆναι |ἐν νεφέλαις εἰς ἀπάντησιν τοῦ κυρίου εἰς ἀέρα, πρὶν πρῶτον τοὺς ἐν Χριστῷ νεκροὺς ἀναστῆναι· διὸ γέγραπται· »Οἱ νεκροὶ ἐν Χριστῷ ἀναστήσονται πρῶτον, ἔπειτα ἡμεῖς οἱ ζῶντες« καὶ τὰ ἑξῆς.