Ancient Greek · ~2 min
20.26.234 to 20.26.236
Origen, Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32) 20.26.234-236
Not analysed yet
ἐπιστήσεις δὲ εἰ καὶ διὰ τὴν ἀνθρωποκτονίαν αὐτοῦ οὐκ ἂν συστάντα τὰ ἐπὶ τῆς ἐπικαταράτου γῆς ἐν τοῖς ἔργοις τοῦ ἐκβληθέντος ἀπὸ »τοῦ παραδείσου τῆς τρυφῆς« Ἀδὰμ συνέστη. πλὴν ἀνθρωποκτόνος οὗτος ἀπὸ τῆς τῶν ἐνεστηκότων γέγονεν ἀρχῆς, ὅστις, οἶμαι, γενόμενος »ἀρχὴ πλάσματος κυρίου« ἐφθόνησεν τοῖς κτισθεῖσιν »εἰς τὸ εἶναι«. οὕτω »φθόνῳ θάνατος εἰσῆλθεν εἰς τὸν »κόσμον«, ἀεὶ ἐν οἷς ἂν εὕρῃ ζῶσιν ἀνθρωποκτονοῦντος ἕως ἂν πάντων τῶν ἐχθρῶν ὑποτεθέντων τοῖς ποσὶν τοῦ υἱοῦ τοῦ θεοῦ ἔσχατος ἐχθρὸς αὐτοῦ θάνατος καταργηθῇ.