Ancient Greek · ~6 min
20.268 to 20.273
Origen, Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32) 20.268-273
Not analysed yet
(24) Εἰ μεμνήμεθα πρὸς τίνας ἐστὶν ὁ λόγος, οτι πρὸς τοὺς πεπιστευκότας αὐτῷ Ἰουδαίους, ἐπαγγελίαν λαμβάνοντας ὅτι ἐὰν μένωσιν ἐν τῷ λόγῳ τοῦ Ἰησοῦ τότε ἀληθῶς αὐτοῦ εἰσι μαθηταὶ καὶ γνώσονται τὴν ἀλήθειαν ἐλευθεροῦσαν αὐτούς, ἐπαπορήσομεν πῶς τοῖς τοιούτοις φησίν· »Ἐγὼ δὲ ὅτι τὴν ἀλήθειαν λέγω, οὐ πιστεύετέ μοι«. καὶ ἐπίστησον εἰ δύναταί τις τῷ αὐτῷ κατά τινα μὲν ἐπίνοιαν πιστεύειν, κατὰ δὲ ἑτέραν μὴ πιστεύειν· οἷον παραδείγματος ἕνεκεν. οἱ πιστεύοντες μὲν εἰς τὸν ἐπὶ Ποντίου Πιλάτου Ἰησοῦν ἐσταυρωμένον ἐν τῇ Ἰουδαίᾳ, μὴ πιστεύοντες δὲ εἰς τὸν γεγεννημένον ἐκ Μαρίας τῆς παρθένου, οὗτοι εἰς τὸν αὐτὸν πιστεύουσι καὶ οὐ πιστεύουσι. καὶ πάλιν οἱ πιστεύοντες μὲν εἰς τὸν ποιήσαντα ἐν τῇ Ἰουδαίᾳ τὰ ἀναγεγραμμένα τέρατα καὶ σημεῖα Ἰησοῦν, μὴ πιστεύοντες δὲ εἰς τὸν υἱὸν τοῦ ποιήσαντος τὸν οὐρανὸν καὶ τὴν γῆν, εἰς τὸν 〈αὐτὸν〉 πιστεύουσι καὶ οὐ |πιστεύουσι. πάλιν τε αὖ οἱ πιστεύοντες μὲν εἰς τὸν πατέρα Ἰησοῦ Χριστοῦ, μὴ πιστεύοντες δὲ εἰς τὸν δημιουργὸν καὶ ποιητὴν τοῦδε 〈τοῦ〉 παντός, οὗτοι εἰς τὸν αὐτὸν πιστεύουσι καὶ οὐ πιστεύουσιν. ἀλλὰ καὶ οἱ πιστεύοντες μὲν εἰς τὸν ποιητὴν οὐρανοῦ καὶ γῆς, μὴ πιστεύοντες δὲ εἰς τὸν πατέρα Ἰησοῦ τοῦ ἐσταυρωμένου ἐπὶ Ποντίου Πιλάτου, εἰς τὸν θεὸν πιστεύουσιν καὶ οὐ πιστεύουσιν. ἵν’ οὖν μὴ παρὰ πόδας ἐναντίωμα ᾖ ὡς μὴ συνεωρακότος τοῦ γράφοντος τὸ εὐαγγέλιον τὸ τοιοῦτον, φήσεις ὅτι ὁ λέγων πρὸς τοὺς πεπιστευκότας αὐτῷ Ἰουδαίους τὸ »Ἐγὼ δὲ ὅτι τὴν ἀλήθειαν λέγω, »οὐ πιστεύετέ μοι«, πιστεύουσιν κατά τινα ἐπίνοιαν καὶ καθ’ ἑτέραν μὴ πιστεύουσιν ταῦτα ἔφασκεν.