Ancient Greek · ~3 min
20.274 to 20.275
Origen, Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32) 20.274-275
Not analysed yet
καὶ εἰκὸς ὅτι ἐπίστευον μὲν αὐτῷ κατὰ τὸ ὁρατὸν διὰ τὰ τεράστια, οὐκ ἐπίστευον δὲ τοῖς βαθύτερον ὑπ’ αὐτοῦ λεγομένοις· καὶ ἁρμόζει γε τῷ »Γνώσεσθε τὴν ἀλήθειαν« λεγομένῳ μὴ ἐγνωκόσι τὴν ἀλήθειαν τὸ »Ὅτι τὴν ἀλήθειαν λέγω, οὐ »πιστεύετέ μοι«, ὡς εἰ ἔλεγεν· καθ’ ὃ μὲν τεράστια ποιῶ πιστεύετέ μοι, καθ’ ὃ δὲ τὴν ἀλήθειαν λέγω οὐ πιστεύετέ μοι. τοῦτο δ’ ἂν καὶ νῦν ἐπὶ πολλῶν ἴδοις, θαυμαζόντων μὲν τὸν Ἰησοῦν ἐπὰν ἐνορῶσιν τῇ περὶ αὐτοῦ ἱστορίᾳ, μηκέτι δὲ πιστευόντων ἐπὰν βαθύτερος καὶ μείζων τῆς ἕξεως αὐτῶν αὐτοῖς ἀναπτύσσηται λόγος, ἀλλ’ ὑποπτευόντων αὐτὸν εἶναι ψευδῆ. διόπερ προσέχωμεν μήποτε καὶ ἡμῖν εἴπῃ ὁ λόγος· »Ὅτι τὴν ἀλήθειαν λέγω, οὐ πιστεύετέ μοι«.