Ancient Greek · ~6 min
20.27.240 to 20.27.244
Origen, Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32) 20.27.240-244
Not analysed yet
ἐπὶ τοῦτο τὸ ἑστάναι ἐν τῇ ἀληθείᾳ προτρέπων ὁ κύριος Μωσέα εἶπεν πρὸς αὐτόν· »Ἰδοὺ »τόπος παρ’ ἐμοί, καὶ στήσῃ ἐπὶ τῆς πέτρας«· εἰ γὰρ ἡ πέτρα Χριστὸς ἦν, Χριστὸς δέ φησιν· »Ἐγώ εἰμι ἡ ἀλήθεια«, μήποτε τὸ »Στήσῃ ἐπὶ τῆς πέτρας« ἴσον δύναται τῷ »στήσῃ ἐπὶ τῆς ἀληθείας«. μόγις δέ ποτε τοῦτο καὶ μετὰ πολλὰ ἐγγίγνεταί τινι. μέχρι γοῦν τοῦ »Ἰδού, τόπος παρ’ ἐμοί, καὶ στήσῃ ἐπὶ τῆς πέτρας« Μωσῆς οὐδέπω εἱστήκει ἐπὶ τῆς πέτρας. καὶ εἴ |τίς γε ἐπιμελέστερον ἐνίδοι τῇ ἀνθρωπίνῃ φύσει, οὐκ εὐχερῶς δυναμένῃ καθαρεύειν ἀπὸ ψευδῶν δογμάτων, ὄψεται ὅτι ὥσπερ »πᾶς ἄνθρωπος ψεύστης«, οὕτως πᾶς ἄνθρωπος οὐχ ἕστηκεν ἐν τῇ ἀληθείᾳ. εἰ γάρ τίς ἐστιν οὐ ψεύστης ἔτι ἢ ἕστηκεν ἐν τῇ ἀληθείᾳ, ὁ τοιοῦτος οὐκ ἔστιν ἄνθρωπος, ὥστ’ ἂν εἰπεῖν αὐτῷ καὶ τοῖς ὁμοίοις αὐτῷ τὸν θεόν· »Ἐγὼ εἶπα, θεοί »ἐστε καὶ υἱοὶ ὑψίστου πάντες«, οὐκ ἐπενεχθησομένου αὐτῷ τοῦ »Ὑμεῖς δὲ δὴ ὡς ἄνθρωποι ἀποθνήσκετε«- εἴ τις οὖν καὶ ἄλλος οὐχ ἕστηκεν ἐν τῇ ἀληθείᾳ, δῆλον ὅτι καὶ ὁ διάβολος ὁ ἀπ’ ἀρχῆς ἀνθρωποκτόνος, καὶ ἡ αἰτία γε τοῦ μὴ ἑστηκέναι αὐτὸν ἐν ἀληθείᾳ τοῦτον εἴρηται τὸν τρόπον· »Ὅτι οὐκ ἔστιν ἀλήθεια ἐν αὐτῷ«. διὰ τοῦτο δ’ οὐκ ἔστιν ἀλήθεια ἐν αὐτῷ, ἐπείπερ ἠπάτηται καὶ ψευδῆ ὑπολαμβάνει καὶ ἠπάτηται αὐτὸς ὑφ’ ἑαυτοῦ, τούτων χείρων εἶναι λογισθεὶς τῶν λοιπῶν ἀπατωμένων, ὅτι ἐκεῖνοι μὲν ὑπὸ τούτου ἀπατῶνται, αὐτὸς δὲ ἑαυτῷ δημιουργός ἐστιν τῆς ἀπάτης.