Ancient Greek · ~3 min
20.28.245 to 20.28.247
Origen, Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32) 20.28.245-247
Not analysed yet
Ἄξιον δὲ ζητῆσαι πῶς λέγεται τὸ »Ἀλήθεια οὐκ ἔστιν ἐν »αὐτῷ«, οἷον πότερόν ποτε οὐδὲν ἀληθὲς ἔχει δόγμα, ἀλλὰ πάντα ὅσα ποτὲ δοξάζει ψευδῆ ἐστιν· ἢ ὅτι οὐ μετέχει Χριστοῦ, ὡς οἱ Χριστοῦ μέτοχοι μετέχουσιν τοῦ εἰπόντος· »Ἐγώ εἰμι ἡ ἀλήθεια«. οἱ γὰρ μετέχοντες αὐτοῦ μετέχουσιν αὐτοῦ καὶ καθ’ ὅ ἐστιν ἀλήθεια, καὶ διὰ τοῦτο ἀλήθειά ἐστιν ἐν αὐτοῖς. καὶ τρίτον δ’ ἂν ἐν τῷ τόπῳ τοιοῦτον προσαπορηθείη, ἐπιστησόντων τινῶν εἰ χρὴ λέγειν μὴ εἶναι ἀλήθειαν ἐν τῷ ὁτιποτοῦν ψεῦδος ὑπολαμβάνοντι, κἂν μετὰ πολλῶν ἀληθῶν τοῦτο νομίζῃ. ὡς γὰρ ψεῦδος τὸ ἐκ μυρίων ὅσων ἀληθῶν καὶ ἑνὸς ψεύδους συμπεπλεγμένου, οὕτως ἐν τῷ δοξάζοντι μετὰ πολλῶν ἀληθῶν ἓν ψεῦδος οἱονεὶ τὸ τοιοῦτόν ἐστιν συμπεπλεγμένον, ὥστ’ ἂν εἰπεῖν ὅτι ἐν τῷδε οὐκ ἔστιν ἀλήθεια. δείκνυμι δὲ τὸν μετὰ πολλῶν ἀληθῶν ἓν ψεῦδος ὑπολαμβάνοντα.