Ancient Greek · ~2 min
Book 20, VIII, 46. Τίς ἐξ ὑμῶν ἐλέγχει με περὶ ἁμαρτίας;
Origen, Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32) 20.279
Not analysed yet
ἀλλ’ εὖ οἶδ’ ὅτι οὐδείς. κατὰ τὸ δυνατὸν δὲ ἀνθρωπίνῃ φύσει διὰ τὸ »Μιμηταί μου γίνεσθε, καθὼς κἀγὼ Χριστοῦ« παντὶ τρόπῳ φιλοτιμητέον τοιαύτην ἀναλαβεῖν καθαροῦ συνειδότος παρρησίαν πρὸς πάντας ἀνθρώπους, ὥστ’ ἂν εἰπεῖν ἡμᾶς περὶ τῶν ἑξῆς καὶ μετὰ |τὴν ἀρχὴν τῆς πίστεως χρόνων πρὸς ἕκαστον τῶν ἡμᾶς γινωσκόντων τὸ »Τίς ἐξ ὑμῶν ἐλέγχει με περὶ ἁμαρτίας; «εἰ καὶ μὴ δυνατὸν τοῦτο ἐξ οὗ τὸν λόγον συμπεπληρώκαμεν εἰπεῖν.