Ancient Greek
20.280 to 20.282
Origen, Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32) 20.280-282
Not analysed yet
Τοῦτο δὲ οὐ πρὸς ἀνθρώπους μόνον ἂν εἶπεν ὁ σωτὴρ ἀλλὰ καὶ πρὸς τὸν διάβολον καὶ τὰς ὑπ’ αὐτὸν δυνάμεις, μηδὲν ἐχούσας εἰπεῖν εἰς ἔλεγχον τὸν περὶ ἁμαρτίας αὐτοῦ. καὶ τοῦτό γε ἀκόλουθόν ἐστιν τῷ »Ἕρχεται ὁ ἄρχων τοῦ κόσμου τούτου, καὶ ἐν ἐμοὶ εὑρίσκει οὐδέν«. δυνατὸν δὲ καὶ ἡμῖν ἐκ πολλῆς ἐπιμελείας τὴν ἀπό τινος ἀναλαβεῖν χρόνου παρρησίαν πρὸς τὸ εἰπεῖν ἡμᾶς τῷ ζητοῦντι καθ’ ἡμῶν ἀφορμὴν διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ παρὰ τὸν τῆς ἐξόδου καιρόν· »Τίς ἐξ ὑμῶν ἐλέγχει με περὶ ἁμαρτίας; «