Ancient Greek · ~5 min
20.28.249 to 20.28.253
Origen, Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32) 20.28.249-253
Not analysed yet
καὶ τρίτος δέ τις συναγορεύσει τῷ λοιπῷ λέγων ἀμήχανον εἶναι λογικόν τι τυγχάνον ζῷον περὶ πάντων ψευδοδοξεῖν καὶ περὶ μηδενὸς κἂν ἀσθενῶς τὸ ἀληθὲς ὑπολαμβάνειν. πάντως γοῦν κἂν τοῦτο ἔχῃ ὁ διάβολος δόγμα ἀληθὲς περὶ αὑτοῦ ἐννοῶν ὅτι λογικός |ἐστιν, καὶ ὅτι τὸ τοιόνδε μὲν ἄνθρωπός ἐστιν, τὸ τοιόνδε δὲ ἄγγελος, καὶ τὸ τοιὸν μὲν σῶμα, καὶ ποιὸν σῶμα, ἄλλο δέ τι ἕτερον σώματος. ἀλλ’ ἵνα καὶ τὸ τελευταῖον μὴ λέγῃ καὶ μὴ ἐννοῇ, ἀλλά γε αὐτάρκη τὰ πρῶτα πρὸς τὸ μὴ ἂν δύνασθαι εἶναι ἀληθὲς περὶ αὐτοῦ τὸ ὅτι οὐδὲν ἀληθὲς φρονεῖ. Ἡμεῖς μὲν οὖν τοῦ »Ἐν τῇ ἀληθείᾳ οὐχ ἕστηκεν« ἀκούομεν οὐχ ὡς φύσιν τοιαύτην ἐμφαίνοντος, οὐδὲ τὸ ἀδύνατον περὶ τοῦ ἑστηκέναι αὐτὸν ἐν ἀληθείᾳ παριστάντος· ὁ δὲ Ἡρακλέων εἰς ταῦτά φησι τὸ Οὐ γὰρ ἐκ τῆς ἀληθείας ἡ φύσις ἐστὶν αὐτοῦ, ἀλλ’ ἐκ τοῦ ἐναντίου τῇ ἀληθείᾳ, ἐκ πλάνης καὶ ἀγνοίας. διό, φησίν, οὔτε στῆναι ἐν ἀληθείᾳ οὔτε σχεῖν ἐν αὑτῷ ἀλήθειαν δύναται, ἐκ τῆς αὑτοῦ φύσεως ἴδιον ἔχων τὸ ψεῦδος, φυσικῶς μὴ δυνάμενός ποτε ἀλήθειαν εἰπεῖν· λέγει δ’ ὅτι οὐ μόνος αὐτὸς ψεύστης ἐστίν, ἀλλὰ καὶ ὁ πατὴρ αὐτοῦ, ἰδίως πατὴρ αὐτοῦ‹ ἐκλαμβάνων τὴν φύσιν αὐτοῦ, ἐπείπερ ἐκ πλάνης καὶ ψεύσματος συνέστη.