Ancient Greek · ~2 min
Book 20, Chapter 28
Origen, Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32) 20.28.254
Not analysed yet
ταῦτα δὲ ὅλα ῥύεται τὸν διάβολον παντὸς ψόγου καὶ ἐγκλήματος καὶ μέμψεως· οὐδεὶς γὰρ εὐλόγως ἂν ψέξαι ἢ ἐγκαλέσαι ἢ μέμψαιτο τῷ μὴ πεφυκότι πρὸς τὰ κρείττονα. ἀτυχὴς οὖν μᾶλλον ἢ ψεκτὸς ὁ διάβολος κατὰ τὸν Ἡρακλέωνά ἐστιν. ἰστέον μέντοι γε ὅτι ὥσπερ ὁ διάβολος ἐν τῇ ἀληθείᾳ οὐχ ἕστηκεν, ὅτι οὐκ ἔστιν ἀλήθεια ἐν αὐτῷ, οὕτως καὶ οἱ ἐκ πατρὸς τοῦ διαβόλου ὄντες ἐν τῇ ἀληθείᾳ οὐχ ἑστήκασιν, ὅτι ἀλήθεια οὐκ ἔστιν ⟨ἐν⟩ αὐτοῖς.