Ancient Greek · ~2 min
20.310 to 20.311
Origen, Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32) 20.310-311
Not analysed yet
(28) Εἰκὸς ὅτι ταῦτα πολλάκις κατὰ τὸ σιωπώμενον πρὸς ἀλλήλους ἔλεγον περὶ τοῦ σωτῆρός τινες, Σαμαρείτην μὲν αὐτὸν ὀνομάζοντες ὡς παραχαράσσοντα ⟨τὰ⟩ Ἰουδαϊκὰ παραπλησίως τοῖς Σαμαρείταις· »Οὐ γὰρ συγχρῶνται Ἰουδαῖοι Σαμαρείταις«, ἐν πολλοῖς διαφωνοῦντες δόγμασιν παρ’ ἐκείνους. ἄξιον δὲ ἔστιν ζητῆσαι πῶς Σαμαρειτῶν τὸν μέλλοντα αἰῶνα ἀρνουμένων καὶ μηδὲ τὴν τῆς ψυχῆς ἐπιδιαμονὴν προσιεμένων, τὸν σωτῆρα ⟨Σαμαρείτην⟩ ἐτόλμησαν εἰπεῖν, περὶ ἀναστάσεως καὶ κρίσεως πλεῖστα ὅσα διδάξαντα.