Ancient Greek · ~2 min
Book 20, VIIII, 48. Ἀπεκρίθησαν οἱ Ἰουδαῖοι καὶ εἶπαν αὐτῷ· Οὐ καλῶς λέγομεν ἡμεῖς ὅτι Σαμαρείτης εἶ σὺ καὶ δαιμόνιον ἔχεις;
Origen, Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32) 20.312
Not analysed yet
ἀλλὰ μήποτε ὡς λοιδοροῦντες αὐτὸν τοῦτο λέγουσιν καὶ οὐ πάντως τὰ αὐτὰ ἐκείνοις δογματίζοντα. εἰκὸς δὲ ὅτι τινὲς καὶ ᾤοντο αὐτὸν μὴ ἀπὸ διαθέσεως τὰ περὶ μέλλοντος αἰῶνος καὶ τὰ περὶ κρίσεως καὶ ἀναστάσεως διδάσκειν, διακείμενον μὲν Σαμαρειτικῶς, ὡς μηδενὸς μετὰ τὸν βίον ἀποκειμένου τοῖς ἀνθρώποις, προσποιήσεως δὲ ἕνεκεν κατὰ τὸ ἔνδοξον καὶ ἀρέσκον τοῖς Ἰουδαίοις τὰ περὶ ἀναστάσεως καὶ τῆς αἰωνίου ζωῆς προφερόμενον·