Ancient Greek · ~7 min
20.313 to 20.318
Origen, Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32) 20.313-318
Not analysed yet
καὶ δαιμόνιον δὲ ἔχειν ἔλεγον αὐτὸν διὰ τοὺς ὑπὲρ ἄνθρωπον αὐτοῦ λόγους, δι’ ὧν πατέρα ἴδιον ἔλεγεν τὸν θεόν, καὶ ἐκ τοῦ οὐρανοῦ καταβεβηκέναι, καὶ αὐτὸς εἶναι ὁ τῆς ζωῆς ἄρτος πολλῷ κρείττων τοῦ μάννα, ὡς τὸν φαγόντα τοῦτον τὸν ἄρτον ζήσεσθαι εἰς τὸν αἰῶνα, καὶ ἄλλα μυρία ὧν πεπλήρωται τὰ εὐαγγέλια. δύναται δὲ καὶ διὰ τὴν περὶ τὸν Βεελζεβοὺλ ὑπόνοιαν αὐτῶν εἰρῆσθαι· »Σὺ δαιμόνιον ἔχεις«, ἐπείπερ τινὲς »ἐν Βεελζεβοὺλ τῷ ἄρχοντι τῶν δαιμονίων« ἐνόμιζον αὐτὸν »ἐκβάλλειν τὰ δαιμονία«, οἱονεὶ ἔχοντα ἐν ἑαυτῷ τὸν Βεελζεβούλ. οἱ μὲν οὖν ἐχθροὶ εἴσονταί τι λέγοντες αὐτὸν δαιμόνιον ἔχειν· ἡμεῖς δὲ αὐτῷ πειθόμεθα φάσκοντι· »Ἐγὼ δαιμόνιον οὐκ ἔχω«· οὐδὲ γὰρ δαιμόνιον δύναται τυφλῶν ὀφθαλμοὺς ἀνοῖξαι ἢ ταῦτα τὰ σημεῖα ποιεῖν ἃ καὶ ἀναγέγραπται, ὧν καὶ ἴχνη καὶ λείμματα ἐν ταῖς ἐκκλησίαις ὀνόματι Ἰησοῦ μέχρι νῦν γίνεται. μετὰ ταῦτα ζητήσαι τις ἂν τί δήποτε δύο δυσφημίας αὐτῷ προσαψάντων, τήν τε »Σαμαρείτης εἶ συ« καὶ |τὴν »Δαιμόνιον ἔχεις« τῶν ἀποκριθέντων αὐτῷ Ἰουδαίων, οὐκ ἐκείνων τῶν πεπιστευκότων αὐτῷ, οὐχὶ πρὸς τὰς δύο ἀποκρίνεται, ἀλλὰ πρὸς μόνην τὴν »Δαιμόνιον ἔχεις« εἰπών· »Ἐγὼ »δαιμόνιον οὐκ ἔχω«. Καὶ ὅρα εἰ δύναται πρὸς τοῦτο γενέσθαι τὸ τῆς ἐν τῷ κατὰ Λουκᾱν εὐαγγελίῳ παραβολῆς περὶ τοῦ ἀπὸ Ἱερουσαλὴμ εἰς Ἱεριχὼ καταβαίνοντος καὶ ἐμπεσόντος εἰς τοὺς λῃστάς, ὅντινα ὁ μὲν ἱερεὺς ἀντιπαρῆλθεν καὶ ὁ Λευίτης, ὁ δὲ ὁδεύων Σαμαρείτης ἐλθὼν κατ’ αὐτὸν καὶ ἰδὼν αὐτὸν ἐσπλαγχνίσθη καὶ προσελθὼν κατέδησεν τὰ τραύματα αὐτοῦ, ἐπιχέων ἔλαιον καὶ οἶνον. ἐὰν γὰρ δυνηθῇ τις διαλαμβάνων περὶ τῆς παραβολῆς δεῖξαι ἐπὶ μηδένα ἢ ἐπὶ τὸν σωτῆρα ἀναφέρεσθαι τὰ περὶ τοῦ Σαμαρείτου, ὃς τὸν ἡμιθανῆ καὶ ἐμπεσόντα εἰς τοὺς λῃστὰς ἰάσατο, παραστήσει καὶ διὰ τί οὐκ ἠρνήσατο εἶναι Σαμαρείτης.