Ancient Greek · ~5 min
20.330 to 20.334
Origen, Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32) 20.330-334
Not analysed yet
μόνου τοίνυν νομίζω εἶναι Ἰησοῦ φωνήν, τοῦ μόνου ἀπεκδυσαμένου τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας καὶ δειγματίσαντος ἐν παρρησίᾳ καὶ θριαμβεύσαντος ἐν ξύλῳ, τρόπαιον κατὰ πάσης ἀντικειμένης δυνάμεως τὸν σταυρὸν στήσαντος, ὥσπερ τὸ »Ἔρχεται »ὁ ἄρχων τοῦ κόσμου τούτου καὶ ἐν ἐμοὶ οὐκ ἔχει οὐδέν«, οὕτως καὶ τὸ ›ἐγὼ δαιμόνιον οὔτε ἔσχον οὔτε ἔχω οὔτε ἕξω‹. τὴν δὲ φωνὴν δυνάμεθα μὲν καὶ ἡμεῖς προενέγκασθαι καὶ λέγειν· »Δαιμόνιον »οὐκ ἔχω«, ἀλλ’ ἐλεγχθησόμεθα ὁμοίως τοῖς ἀρνησαμένοις περὶ τοῦ δαιμονᾶν καὶ ἐν αὐτοῖς τοῖς πράγμασιν ἀποδειχθεῖσιν ὅτι ἐψεύσαντο. ἢ οὐκ ἔλεγχος τοῦ δαιμονᾶν ἡμᾶς ὅταν μεμηνότων κατάστασιν ἔχοντες βοῶμεν, ἀπὸ θυμοῦ καὶ ὀργῆς φλεγόμενοι, ἢ λελυττηκότες, καὶ ὡσπερεὶ χρεμετί|ζοντες κἀν ταῖς ἰδίαις γαμεταῖς δίκην ἵππων θηλυμανῶν ἐπιβαίνωμεν, ἐκβάλλοντες τοὺς περὶ ἀπαθείας λόγους θεοῦ εἰς τὰ ὀπίσω; ἀλλὰ κἂν ταπεινοὶ καὶ συννεφεῖς ὑπὸ τῆς λύπης καθελκόμενοι καὶ τὸ ἴδιον τῶν λογικῶν γαῦρον ἀπολέσαντες ἐπιλανθανώμεθα τοῦ ἄνευ θεοῦ στρούθιον μὴ πίπτειν εἰς παγίδα καὶ τοῦ δίκαια εἶναι τὰ περὶ ἑνὸς ἑκάστου τῶν συμβαινόντων ἀνθρώποις κρίματα, τί φήσομεν ἢ ὅτι καὶ τοῦ δαιμονίου ἡμᾶς νικήσαντος καὶ τὸ ἡγεμονικὸν ἡμῶν θολώσαντος ταῦτα πάσχομεν; ἀλλὰ καὶ φόβοι τῶν οὐ φοβερῶν καὶ περιχάρειαι ἐπὶ τοῖς μηδενὸς ἀξίοις τίνων ἂν εἴη ἐνεργήματα ἢ δαιμόνων πληρωσάντων τοὺς μὴ δυναμένους μετὰ ἀληθείας λέγειν· »Ἐγὼ δαιμόνιον οὐκ ἔχω«;