Ancient Greek · ~4 min
Book 20, VIIII, 49f. Ἀπεκρίθη Ἰησοῦς· Ἐγὼ δαιμόνιον οὐκ ἔχω, ἀλλὰ τιμῶ τὸν πατέρα μου, καὶ ὑμεῖς ἀτιμάζετέ με. ἐγὼ οὐ ζητῶ τὴν δόξαν μου· ἔστιν ὁ ζητῶν καὶ κρίνων.
Origen, Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32) 20.335
Not analysed yet
ἀλλ’ εἰκός τινα τοὺς ἁγίους πατριάρχας, ἢ τὸν ἱερὸν θεράποντα ἢ τοὺς θαυμασίους προ φήτας ἢ τοὺς δυνατωτάτους τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ ἀποστόλους φέροντα εἰς τὴν ἐξέτασιν δυσωπήσειν ἡμᾶς, ὡς ἄρα καὶ οὗτοι εἴποιεν ἂν ὁμοίως τῷ Ἰησοῦ τὸ »Ἐγὼ δαιμόνιον οὐκ ἔχω«. πρὸς οὓς ἔστιν εἰπεῖν· ἆρα καὶ οὗτοί ποτε ἥμαρτον, ἢ ψεῦδος τὸ »Πάντες »γὰρ ἥμαρτον καὶ ὑστεροῦνται τῆς δόξης τοῦ θεοῦ«, καὶ οὐκ ἀληθὲς τὸ »Οὐδεὶς καθαρὸς ἀπὸ ῥύπου« οὐδὲ τεθεωρημένως εἴρηται τὸ »Οὐκ ἔστιν δίκαιος ἐπὶ γῆς ὃς ποιήσει ἀγαθὸν καὶ οὐχ ἁμαρτήσεται«; ἀλλὰ σαφὲς ὅτι ἀληθεῖς αἱ πᾶσαι γραφαὶ καὶ οὐκ ἀεὶ οὐδὲ ἐξ ἀρχῆς ἐδύναντο λέγειν οὐδ’ οἱ μεταβάλλοντες ἐπὶ τὸν κατὰ ἀρετὴν βίον τὸ »Ἐγὼ δαιμόνιον οὐκ ἔχω«, ἀλλ’ ἡ μόνου τοῦ κατὰ τὸν σωτῆρα νοουμένου ἀνθρώπου ἀρχῆθεν ἦν φωνή, διὰ τοῦτο κυριώτατα καὶ ἀληθέστατα μόνου τὸν πατέρα τιμήσαντος· οὐδεὶς γὰρ τιμῶν τι τῶν μὴ τιμωμένων ὑπὸ θεοῦ, τιμᾷ τὸν ἀτιμάζοντα τὰ ὑπ’ αὐτοῦ τιμώμενα.