Ancient Greek · ~4 min
20.37.338 to 20.37.340
Origen, Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32) 20.37.338-340
Not analysed yet
Δῆλον οὖν πῶς τοῦ σωτῆρός ἐστιν φωνὴ τὸ »Τιμῶ »τὸν πατέρα«, ἥντινα, ὅση δύναμις, φιλοτιμητέον συμμαρτυρούσης ἡμῖν τῆς συνειδήσεως ἐν πνεύματι ἁγίῳ εἰπεῖν, ἀποδιδοῦσι »τῷ τὴν »τιμὴν τὴν τιμήν«, καὶ μὴ ἑτέρῳ ἀπονέμουσιν αὐτήν. καὶ καλῶς γε ὁ ἐλθόντος τοῦ πληρώματος τοῦ χρόνου ἀπεσταλμένος ὑπὸ τοῦ θεοῦ γενέσθαι ἐκ γυναικὸς καὶ γενέσθαι ὑπὸ τὸν νόμον, ὡς ὑπὸ τὸν λέγοντα νόμον τυγχάνων τὸ »Τίμα τὸν πατέρα καὶ τὴν μητέρα, ἵνα »εὖ σοι γένηται«, οὐδένα ἄλλον ἔχων πατέρα ἢ τὸν ἐν τοῖς οὐρανοῖς θεόν φησιν· »Ἀλλὰ τιμῶ |τὸν πατέρα μου«. ἐροῦμεν δὲ καὶ ἡμεῖς ταύτην τὴν φωνήν, νοήσαντες τὸ τῆς παλιγγενεσίας λουτρὸν καὶ λουσάμενοι κατ’ αὐτὸ ἐπὶ τῷ γενέσθαι υἱοὶ θεοῦ καὶ μηκέτι καλοῦντες πατέρα ἐπὶ τῆς γῆς τῷ υἱοὶ γεγονέναι τοῦ ἐν τοῖς οὐρανοῖς πατρὸς καὶ ἀδελφοὶ τοῦ εἰπόντος· »Πορεύομαι πρὸς τὸν πατέρα »μου καὶ πατέρα ὑμῶν, καὶ θεόν μου καὶ θεὸν ὑμῶν«.