Ancient Greek · ~2 min
20.336 to 20.337
Origen, Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32) 20.336-337
Not analysed yet
πῶς γὰρ λεκτέον ὅτι τιμᾷ τὸν πατέρα ὁ μηδὲ τὴν ἀρχὴν τὸ πνεῦμα τῆς υἱοθεσίας λαβών; οὐδεὶς δὲ ἔχει τὸ πνεῦμα τῆς υἱοθεσίας ἁμαρτάνων· ὁ γὰρ ἐκ τοῦ θεοῦ γεγεννημένος οὐχ ἁμαρτάνει. καὶ πῶς τιμᾷ τὸν πατέρα ὁ τιμῶν δόξαν τὴν παρὰ ἀνθρώπων ἢ ἀργύριον ἢ τὸν χοϊκὸν πλοῦτον ἢ τὸ ἐκ σαρκῶν καὶ αἱμάτων κάλλος ἢ ἁπαξαπλῶς τι τῶν οἰκείων τῇ ὕλῃ καὶ τῇ φθορᾷ;