Ancient Greek · ~3 min
20.371 to 20.373
Origen, Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32) 20.371-373
Not analysed yet
ἐὰν οὖν οἱονεὶ πυνθανόμενος ὁ προφήτης λέγῃ· »Τίς ἐστιν ὁ ἄνθρωπος ὃς ζήσεται καὶ οὐκ ὄψεται θάνατον; «ἀποκρινούμεθα μαθόντες ἀπὸ τοῦ σωτῆρος ἡμῶν καὶ ἐροῦμεν ὅτι ὁ ἄνθρωπός ἐστιν »ὃς ζήσεται καὶ οὐκ ὄψεται θάνατον«, ὃς τηρεῖ τὸν λόγον τοῦ εἰπόντος· »Ἐάν τις τὸν ἐμὸν λόγον τηρήσῃ, θάνατον οὐ μὴ θεωρήσῃ εἰς »τὸν αἰῶνα«. Ἅμα δὲ ἐν τῷ τόπῳ ζητῶ μήποτε τὸ »Εἰς τὸν αἰῶνα« ἀπὸ κοινοῦ ληπτέον, ὥστ’ ἂν εἶναι τοιοῦτον τὸ ὅλον· ἐάν τις τὸν ἐμὸν λόγον τηρήσῃ εἰς τὸν αἰῶνα, θάνατον οὐ μὴ θεωρήσῃ. καὶ γὰρ ἔοικεν ἐπὶ τοσοῦτόν τις μὴ θεωρεῖν τὸν θάνατον, ὅσον τηρεῖ τὸν τοῦ Ἰησοῦ λόγον· ἅμα γάρ τις ἀπώλεσεν αὐτὸν καὶ θάνατον ἐθεώρησεν.