Ancient Greek · ~2 min
Book 20, VIII, 51. Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ἐάν τις τὸν ἐμὸν λόγον τηρήσῃ, θάνατον οὐ μὴ θεωρήσῃ εἰς τὸν αἰῶνα.
Origen, Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32) 20.374
Not analysed yet
Εἰ δὲ καὶ ἀνατρέχειν τις δύναται ἐπὶ τοὺς βαθυτέρους λόγους καὶ νοεῖν πῶς ὑπὸ ἀνθρώπου λέγοιτ’ ἂν τὸ »Εἰς χοῦν θανάτου »κατήγαγές με«, καὶ ὑπὸ Παύλου· »Τίς με ῥύσεται ἐκ τοῦ σώματος »τοῦ θανάτου τούτου; «θεωρήσει τίνα τρόπον ὅσον μὲν ἐτηρεῖτο ὁ λόγος, θάνατος οὐκ ἐθεωρεῖτο τῷ τηροῦντι αὐτόν· ὅτε δέ τις καμὼν ἐν τῇ προσοχῇ καὶ τηρήσει τοῦ λόγου ἢ ἀπροσεκτήσας περὶ τὸ τηρεῖν οὐκέτι αὐτὸν τετήρηκεν, τότε τὸν θάνατον ἐθεώρησεν |οὐ παρ’ ἄλλον ἢ παρ’ ἑαυτόν.