Ancient Greek
Book 20, VIII, 52f. Ἀβραὰμ ἀπέθανεν καὶ οἱ προφῆται, καὶ σὺ λέγεις· Ἐάν τις τὸν ἐμὸν λόγον τηρήσῃ, οὐ μὴ γεύσηται θάνατον εἰς τὸν αἰῶνα. μὴ σὺ μείζων εἶ τοῦ πατρὸς ἡμῶν Ἀβραάμ, ὅστις ἀπέθανεν; καὶ οἱ προφῆται ἀπέθανον· τίνα σεαυτὸν ποιεῖς;
Origen, Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32) 20.384
Not analysed yet
»Νῦν ἐγνώκαμεν ὅτι δαιμόνιον »ἔχεις«; τὸ δ’ ὅμοιον καὶ ἐπ’ ἄλλων αὐτοῦ λόγων καὶ τῶν πρὸς αὐτοὺς ἀποκρίσεων ἐπὶ πλειόνων ἐν τοῖς ἀνωτέρω ἐξητάσαμεν· οἷον ἐπὶ τῆς Σαμαρείτιδος, ὅτι εἰπὼν αὐτῇ ὁ Ἰησοῦς· »⟨Δός μοι⟩ πιεῖν« μεθ’ ἕτερα προσέθηκεν τοιαῦτα· »Εἰ ᾔδεις τὴν δωρεὰν τοῦ θεοῦ, »καὶ τίς ἐστιν ὁ λέγων σοι· Δός μοι πιεῖν, σὺ ἂν ᾔτησας αὐτὸν καὶ »ἔδωκεν ⟨ἄν⟩ σοι ὕδωρ ζῶν.