Ancient Greek · ~3 min
20.385 to 20.387
Origen, Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32) 20.385-387
Not analysed yet
καὶ λέγει αὐτῷ ἡ γυνή· Κύριε, οὔτε »ἄντλημα ἔχεις, καὶ τὸ φρέαρ ἐστὶν βαθύ· πόθεν οὖν ἔχεις τὸ ὕδωρ »τὸ ζῶν; «καὶ πάλιν· »Κύριε, δός μοι τοῦτο τὸ ὕδωρ, ἵνα μὴ διψῶ »μηδὲ διέρχωμαι ἐνθάδε ἀντλεῖν«. οὐ γὰρ πιθανὸν ἦν περὶ αἰσθητοῦ ὕδατος ἀποκρίνεσθαι αὐτῷ τὴν Σαμαρεῖτιν, καὶ ᾐτηκέναι αὐτὸν σωματικὸν ὕδωρ ἐπὶ τῷ μηκέτι διψῆσαι μηδὲ διέρχεσθαι ἀντλεῖν ἀπὸ τῆς τοῦ Ἰακὼβ αἰσθητῆς πηγῆς. ἀλλὰ καὶ εἰπόντος τοῦ κυρίου· »Ὁ ἄρτος, ὃν ἐγὼ δώσω, ἡ σάρξ μου ἐστὶν ὑπὲρ τῆς τοῦ κόσμου »ζωῆς«· ὅτε »ἐμάχοντο πρὸς ἀλλήλους οἱ Ἰουδαῖοι λέγοντες· Πῶς »δύναται ἡμῖν οὗτος δοῦναι τὴν σάρκα φαγεῖν; «ἀπεδείκνυμεν ὅτι οὐκ ἂν τοσοῦτον ἀνόητοι ἦσαν οἱ ἀκούοντες ὡς ὑπολαμβάνειν ὅτι προκαλεῖται ὁ λέγων τοὺς ἀκροατὰς εἰς τὸ προσελθεῖν καὶ ἐμφαγεῖν τῶν σαρκῶν αὐτοῦ.