Ancient Greek · ~2 min
Book 20, Chapter 42
Origen, Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32) 20.42.393
Not analysed yet
καὶ ἐνενόουν μὲν τὸν θάνατον Ἀβραὰμ καὶ τῶν προφητῶν, ἀκούοντες ὅτι καὶ Σαμουὴλ, ὡς διὰ τὸν θάνατον ὑπὸ γῆν ὤν, ὑπὸ ἐγγαστριμύθου ἀνήγετο, θεοὺς οἰομένης κάτω που εἶναι τῆς γῆς καὶ λεγούσης· »Θεοὺς ἐγὼ εἶδον ἀναβαίνοντας ἀπὸ τῆς γῆς«· τὴν δὲ ζωὴν τοῦ Ἀβραὰμ καὶ τῶν προφητῶν οὐ κατειλήφασιν, οὐδ’ ὅτι ὁ θεὸς Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ θεὸς ἦν οὐ νεκρῶν αὐτῶν ἀλλὰ ζώντων· καὶ ὡς ὑπολαμβάνοντες [τε] νεκροὺς εἶναι τοὺς προφήτας ᾠκοδόμουν αὐτῶν τοὺς τάφους, καὶ διὰ τοῦτο ταλανιζόμενοι.