Ancient Greek · ~4 min
20.42.394 to 20.42.397
Origen, Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32) 20.42.394-397
Not analysed yet
εἰ καὶ ἀπέθανεν οὖν Ἀβραάμ, ἀλλ’ ἔζησεν καὶ οὐκέτι τὸν θάνατον ἐθεώρει ἀφ’ οὗ ἰδὼν τὴν Ἰησοῦ ἡμέραν ἠγαλλιάσατο καὶ ἐχάρη. οἶμαι δὲ καὶ διὰ τοῦτο πρὸς τὸ »Ἀβραὰμ ἀπέθανεν« εἰρῆσθαι ὑπὸ τοῦ σω τῆρος, διδάσκοντος ὅτι Ἀβραὰμ ἔξη, τὸ »Ἀβραὰμ ὁ πατὴρ ὑμῶν »ἠγαλλιάσατο, ἵνα ἴδῃ τὴν ἡμέραν τὴν ἐμήν· καὶ ἴδεν καὶ ἐχάρη«. εἰ ⟨δὲ⟩ μὴ βούλεταί τις οὕτως ἔχειν τὰ περὶ τοῦ Ἀβραάμ, λεγέτω ἡμῖν, πότερόν ποτε ὁ ἰδὼν τὴν τοῦ σωτῆρος ἡμῶν ἡμέραν καὶ ἐπὶ τούτῳ ἀγαλλιασάμενος καὶ χαρεὶς ἔτι θεωρεῖ τὸν θάνατον, ἢ ἰδὼν τὴν ἡμέραν τοῦ σωτῆρος καὶ ἀγαλλιασάμενος καὶ χαρείς, ἀξιωθεὶς τοιαύτης ὄψεως ὡς ἄξιος αὐτῆς, ὕστερον ἐστέρηται οὗ ἐθεώρησεν. εἰ γὰρ ἑκάτερον τούτων ἄτοπόν ἐστιν, ἰδὼν τὴν ἡμέραν Ἰησοῦ Ἀβραὰμ ἅμα τῷ ἰδεῖν ἤκουσεν καὶ τὸν λόγον αὐτοῦ καὶ ἐτήρησεν καὶ οὐκέτι θάνατον θεωρεῖ· καὶ οὐχ ὑγιῶς ἔλεγον, ὡσπερεὶ ἔτι ἐν θανάτῳ τυγχάνοντος αὐτοῦ, οἱ Ἰουδαῖοι τὸ »Ἀβραὰμ ἀπέθανεν«.