Ancient Greek · ~2 min
20.43.403 to 20.43.405
Origen, Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32) 20.43.403-405
Not analysed yet
τοῦ δὲ Μάρκου· »Ἀμήν, »ἀμὴν λέγω ὑμῖν ὅτι εἰσίν τινες τῶν ἑστηκότων ὧδε οἵτινες οὐ μὴ »γεύσωνται θανάτου, ἕως ἂν ἴδωσιν τὴν βασιλείαν τοῦ θεοῦ »ἐληλυθυῖαν ἐν δυνάμει«· τοῦ δὲ Λουκᾶ· »Ἀληθῶς εἰσίν τινες τῶν ὧδε »ἑστώτων οἵτινες οὐ γεύσονται θανάτου, ἕως ἂν ἴδωσιν τὸν υἱὸν »τοῦ ἀνθρώπου ἐν τῇ δόξῃ αὐτοῦ«. ὥσπερ γὰρ ἐπὶ τοῦ σώματος διάφοροι αἰσθήσεις εἰσὶν γεῦσις καὶ ὅρασις, οὕτως κατὰ τὰς λεγομένας ὑπὸ τοῦ Σολομῶντος θείας αἰσθήσεις ἄλλη μέν τις ἂν εἴη 〈ἡ〉 ὁρατικὴ τῆς ψυχῆς δύναμις καὶ θεωρητική, ἄλλη δὲ ἡ γευστικὴ καὶ ἀντιληπτικὴ τῆς ποιότητος τῶν νοητῶν τροφῶν.