Ancient Greek · ~2 min
Book 20, Chapter 43
Origen, Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32) 20.43.406
Not analysed yet
καὶ ἐπεὶ ὁ κύριος, καθ’ ὃ μὲν ἄρτος ἐστὶν ζῶν ἐκ τοῦ οὐρανοῦ καταβάς, γευστός ἐστιν, τρόφιμος ὢν τῇ ψυχῇ, καθ’ ὃ δὲ σοφία ἐστίν, ὁρατός ἐστιν, ἧς τοῦ κάλλους ἐραστὴς ὁμολογεῖ εἶναι ὁ λέγων· »Ἐραστὴς ἐγενόμην »τοῦ κάλλους αὐτῆς«, καὶ προστάσσει ἡμῖν τὸ »Ἐράσθητι αὐτῆς, καὶ »τηρήσει σε«, διὰ τοῦτο ἐν Ψαλμοῖς εἴρηται τὸ »Γεύσασθε καὶ ἴδετε »ὅτι χρηστὸς ὁ κύριος«.