Ancient Greek · ~2 min
20.43.407 to 20.43.409
Origen, Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32) 20.43.407-409
Not analysed yet
ὥσπερ δὲ ὁ κύριος γευστὸς καὶ ὁρατός, οὕτως καὶ ὁ ἐχθρὸς αὐτοῦ θάνατος γευστός ἐστι καὶ ὁ|ρατός. καὶ τὸ μὲν γευστὸν αὐτοῦ παρίστησιν τὸ »Εἰσίν τινες τῶν ὧδε ἑστώτων »οἵτινες οὐ μὴ γεύσωνται θανάτου« καὶ τὰ ἑξῆς· τὸ δὲ ὁρατὸν τὸ »Ἐάν τις τὸν ἐμὸν λόγον τηρήσῃ, θάνατον οὐ μὴ θεωρήσῃ εἰς τὸν »αἰῶνα«. γεύεται δὲ θανάτου, καὶ οὐ γεύεται μόνον ἀλλὰ καὶ ἐμφορεῖται ὡς τροφῆς τοῦ θανάτου ὁ προφερόμενος τὰ ἐναντία τοῖς ῥήμασιν τῆς αἰωνίου ζωῆς.