Ancient Greek · ~1 min
Book 20, Chapter 44
Origen, Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32) 20.44.414
Not analysed yet
ὅρα ⟨δὲ⟩ εἰ μὴ ὀσμὴ θανάτου ἐστὶν ἐν τοῖς ἀπὸ τῆς ἁμαρτίας μώλωψιν, περὶ ὧν εἴρηται· »Προσώζεσαν καὶ ἐσάπησαν οἱ μώλωπές »μου« καὶ ὀσμὴ θανάτου ἐν τῷ Λαζάρῳ πρὶν ἀναστῆναι ἐκ νεκρῶν, ᾗς μὴ βουλόμενοι ὀσφραίνεσθαι οἱ ἀπόστολοι ἔλεγον τῷ σωτῆρι τὸ »Κύριε, ἤδη ὄζει· τεταρταῖος γάρ ἐστιν«.