Ancient Greek · ~2 min
Book 20, Chapter 44
Origen, Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32) 20.44.415
Not analysed yet
εἰς δὲ τὸ περὶ τῆς νοητῆς ὀσμῆς θανάτου ἢ ὀσμῆς ζωῆς παρατηρεῖν δεήσει |τὸ ἀποστολικὸν οὕτως ἔχον· »Χριστοῦ εὐωδία ἐσμὲν τῷ θεῷ ἐν παντὶ τόπῳ, ἐν »τοῖς σωζομένοις καὶ ἐν τοῖς ἀπολλυμένοις· οἷς μὲν ὀσμὴ ἐκ θανάτου »εἰς θάνατον, οἷς δὲ ὀσμὴ ἐκ ζωῆς εἰς ζωήν«. εὐωδία μὲν γὰρ Χριστοῦ εἰσιν καὶ οὐδαμῶς δυσωδία ἐν παντὶ τόπῳ οἱ ἐν Χριστῷ ἄνθρωποι.