Ancient Greek
Book 20, VIII, 38. Ἃ ἐγὼ ἑώρακα παρὰ τῷ πατρὶ λαλῶ· καὶ ὑμεῖς οὖν ἃ ἠκούσατε παρὰ τοῦ πατρὸς ποιεῖτε.
Origen, Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32) 20.46
Not analysed yet
Ὥσπερ ἀνθρώπους ἄν τινας εἴποιμεν ἀπ’ ἀρχῆς αὐτόπτας γεγονέναι τοῦ λόγου. περὶ ὧν |ὁ Λουκᾶς φησι· »Καθὼς παρέδοσαν »ἡμῖν οἱ ἀπ’ ἀρχῆς αὐτόπται καὶ ὑπηρέται γενόμενοι τοῦ λόγου«, οὕτω τὸν σωτῆρα αὐτόπτην λέξομεν εἶναι τῶν παρὰ τῷ πατρί, καὶ κατὰ τοῦτο εἰρῆσθαι τὸ »Οὐδεὶς ἔγνω τὸν πατέρα εἰ μὴ ὁ υἱός«, οὐκέτι αὐτοπτῶν ὄντων οἷς ἂν ὁ υἱὸς ἀποκαλύψῃ.