Ancient Greek · ~2 min
Book 20, Chapter 6
Origen, Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32) 20.6.45
Not analysed yet
οἷς ἐὰν ἐγγένηται οὕτως ὁ λόγος ὡσπερεὶ ἀνελοῦσιν αὐτὸν φήσει τὸ »†Διεσκορπίσθησαν πάντα »τὰ ὀστᾶ μου«. εἴπερ οὖν τις ἡμῶν ἐστιν σπέρμα τοῦ Ἀβραάμ, καὶ ἔτι ὁ λόγος τοῦ θεοῦ οὐ χωρεῖ ἐν αὐτῷ, μὴ ζητείτω ἀποκτεῖναι τὸν λόγον, ἀλλὰ μεταβαλὼν ἀπὸ τοῦ εἶναι σπέρμα τοῦ Ἀβραὰμ ἐπὶ τὸ γενέσθαι τέκνον τοῦ Ἀβραάμ, δυνήσεται χωρῆσαι ὃν τέως οὐκ ἐχώρει λόγον θεοῦ.