Ancient Greek · ~2 min
20.48 to 20.49
Origen, Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32) 20.48-49
Not analysed yet
καὶ νομίζω γε τοῦτο εἶναι τὸ τέλος, ὅταν παραδίδωσιν τὴν βασιλείαν ὁ υἱὸς τῷ θεῷ καὶ πατρί, καὶ ὅτε γίνεται ὁ θεὸς τὰ πάντα ἐν πᾶσιν. ὁ μὲν οὖν σωτὴρ ἑωρακὼς 〈τὰ〉 παρὰ τῷ πατρὶ λαλεῖ, οἱ δὲ πεπιστευκότες αὐτῷ Ἰουδαῖοι οὐχ ἑωράκασιν μὲν 〈τὰ〉 παρὰ τῷ πατρί, ἤκουσαν δὲ παρὰ τοῦ πατρός, ἵνα ποιῶσιν ἃ ἤκουσαν· διόπερ φησὶν αὐτοῖς ὁ κύριος· »Καὶ ὑμεῖς οὖν ἃ ἠκούσατε »παρὰ τοῦ πατρὸς ποιεῖτε«.