Ancient Greek · ~2 min
Book 20, VIII, 38. Ἃ ἐγὼ ἑώρακα παρὰ τῷ πατρὶ λαλῶ· καὶ ὑμεῖς οὖν ἃ ἠκούσατε παρὰ τοῦ πατρὸς ποιεῖτε.
Origen, Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32) 20.50
Not analysed yet
ζητήσαι δ’ ἄν τις πότε ἤκουσαν παρὰ τοῦ πατρὸς οἱ πεπιστευκότες τῷ κυρίῳ Ἰουδαῖοι· καὶ πρὸς τοῦτο ὁ μέν τις φήσει, ἁπλούστερον ἀκούσας τοῦ »Ἃ ἠκούσατε παρὰ τοῦ »πατρὸς ποιεῖτε«, ὅτι ἤκουσαν παρὰ τοῦ πατρὸς τῷ τὸν πατέρα κεχρηματικέναι διὰ Μωσέως καὶ τῶν προφητῶν τὰ ἐν νόμῳ καὶ προφήταις ἀναγεγραμμένα ποιητέα· ὅστις τῷ ῥητῷ πρὸς τοὺς ἑτεροδόξους χρώμενος, σαφῶς παρίστησιν ὅτι οὐκ ἄλλος ἐστὶν τοῦ τὸν νόμον καὶ τοὺς προφήτας δεδωκότος θεοῦ ὁ Χριστοῦ πατήρ.